Saturday, 4 May, 2024

Επίκαιρη ευχή για την πανδημία του κορονοϊού, από τον Μητροπολίτη Ιωήλ

Επίκαιρη ευχή για την πανδημία του κορoνοϊού συνέταξε ο Σεβ. Μητροπολίτης Εδέσσης, Πέλλης και Αλμωπίας κ. Ιωήλ.
Δημοσιεύεται για πρώτη φορά στις ιστοσελίδες της Ιεράς Μητροπόλεως Εδέσσης, Πέλλης και Αλμωπίας προκειμένου να χρησιμοποιηθεί ελεύθερα.
Ποίημα Μητροπολίτου Ἐδέσσης Ιωήλ
Κύριε Ἰησοῦ Χριστέ ο Θεός ἡμῶν, ο ἀρχίατρος τῶν ψυχῶν και τῶν σωμάτων, ὁ δι᾽ ἡμᾶς ἐνανθρωπήσας, ἵνα ἰάσῃς το μέγα τραῦμα τον ἄνθρωπον, ὁ μη καταφρονήσας τους ἀνιάτως νοσήσαντας δέκα λεπρούς, ἀλλά τῇ σωστικῇ χάριτί σου καθαρίσας αὐτούς, ο διελθών ὡς Θεάνθρωπος τας ἡμέρας τῆς ἐπί γῆς παρουσίας σου εὐεργετῶν και ἰώμενος πάντας τοὺς ἀρρωστοῦντας και κακῶς ἔχοντας, ὁ εὐεργετήσας καὶ
ἀποκαταστήσας ὑγιαίνοντας, παραλυτικούς, τυφλούς, βαρέως ἡμαρτηκότας, δαιμονιῶντας και ἐμπαθεῖς κατ᾽ ἄμφω, ἤγουν ἐν τῇ σαρκι και τῷ νοΐ, πρόσδεξαι εὐμενῶς την δέησιν ἡμῶν και φυγάδευσον τῇ δυνάμει σου, τον φονευτην ἰόν τον σχῆμα κορώνας φέροντα, καὶ προκαλοῦντα φοβίας ή και θάνατον εἰς ἀσθενεῖς και ἀναξιοπαθοῦντας. Και εἰ μεν διὰ τὰς πολλάς ἁμαρτίας ἡμῶν, ἐπέτρεψας τον πειρασμόν τοῦτον, ἱκετεύομέν σοι ὡς ἐλεῆμον, ἵνα ἄρῃς αὐτόν αφ’ ἡμῶν και ἀπό πάσης τῆς οἰκουμένης. Εἰ δε δια δοκιμασίαν τῆς πίστεως ᾠκονόμησας, την ἐπικράτησιν αὐτοῦ, παῦσον τον τάραχον τῶν ἀσθενῶν ἀπό τῆς ἐπιδημίας αὐτοῦ. Εἰ δε ὑπό τῆς κακουργίας τοῦ ἀντικειμένου ἢ και ἀμελείας τῶν ἐπιπολαίων ἀνθρώπων οὗτος διεδόθη, θραῦσον την ἰσχύν αὐτοῦ ὡς Θεός παντοδύναμος. Φύλαξον την νεότητα, καὶ περιφρούρησον τους ἀσθενήσαντας, και τους εν γήρατι ὄντας ἐκ τοῦ ἐπαράτου ἰοῦ θεράπευσον, και πάντας ἀπάλλαξον ἐκ τῆς συνοχῆς τῆς καρδίας, και αντί ταύτης δώρησαι ἡμῖν, ὑγιείαν ἄνεσιν και πλατισμόν, πρεσβείαις τῆς Κυρίας Θεοτόκου και πάντων σου τῶν ἁγίων. Ἀμήν.

Μοιραστείτε με τους φίλους σας
Μοιράσου με τους φίλους σου